[ ]
Byzacena — Hadrumetum (Sousse) — 3rd c. AD — cf. Add. 421,271 — cf. MCAT 7 (1897) 127,27 — IGRR 1.950
1 | horcizo se daemonion pneumn to enthade cimenon to onomati to agio Αωθ |
Αβ[α]ωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, Ιαω | |
Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄκουσον τοῦ ὀνόματος ἐντείμου | |
καὶ φ[οβ]εροῦ καὶ μεγάλου, {²vacat}² καὶ ἄξον αὐτὸν πρὸς τὴν | |
5 | cae apelthe pros ton Orbanon hon ethecn Urbana, |
Δομιτιανήν, ἣν ἔτεκεν Κ[αν]διδά, ἐρῶντα μαινόμενον ἀγρυπνοῦν- | |
τα ἐπὶ τῇ φιλίᾳ αὐτῆς καὶ ἐπιθυ[μ]ίᾳ καὶ δεόμενον αὐτῆς ἐπανελθεῖν | |
εἰς τὴν οἰκίαν αὐτοῦ σύμβιο[ν] γενέσθαι. ὁρκίζω σε τὸν μέγαν θεὸν | |
τὸν αἰώνιον καὶ ἐπαιώνιο[ν] καὶ παντοκράτορα τὸν ὑπεράνω τῶν | |
10 | ὑπεράνω θεῶν· ὁρκίζω [σ]ε τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν θά- |
λασσαν· ὁρκίζω σε τὸν διαχωρίσαντα τοὺς εὐσεβεῖς· ὁρκίζω σε | |
τὸν διαστήσαντα τὴν ῥάβδον ἐν τῇ θαλάσσῃ, ἀγαγεῖν καὶ ζεῦξαι | |
τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν | |
Κανδιδά, ἐρῶντα βασανιζόμενον ἀγρυπνοῦντα ἐπὶ τῇ ἐπιθυμίᾳ αὐ- | |
15 | τῆς καὶ ἔρωτι, ἵν’ αὐτὴν σύμβιον ἀπάγῃ εἰς τὴν οἰκίαν ἑαυτοῦ· ὁρκί- |
ζω σε τὸν ποιήσαντα τὴν ἡμίονον μὴ τεκεῖν· ὁρκίζω σε τὸν διορίσαν- | |
τα τὸ φ[ῶς] ἀπὸ τοῦ σκότους· ὁρκίζω σε τὸν συντρείβοντα τὰς πέτρας· | |
ὁρκί[ζω] σε τὸν ἀπορήξαντα {²⁶ἀπορρήξαντα}²⁶ τὰ ὄρη· ὁρκίζω σε τὸν συνστρέφοντα τὴν | |
γῆν ἐ[πὶ τ]ῶν θεμελίων αὐτῆς· ὁρκίζω σε τὸ ἅγιον ὄνομα ὃ οὐ λέγεται· ἐν | |
20 | τῷ ι̣σ̣α[— —]ῳ ὀνομάσω αὐτὸ καὶ οἱ δαίμονες ἐξεγερθῶσιν ἔκθαμβοι καὶ περί- |
φοβοι [γ]ενόμενοι, ἀγαγεῖν καὶ ζεῦξαι σύμβιον τὸν Οὐρβανόν, ὃν ἔτεκεν | |
Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα καὶ δεόμε- | |
νον αὐτῆς· ἤδη, ταχύ. ὁρκίζω σε τὸν φωστῆρα καὶ ἄστρα ἐν οὐρανῷ ποιή- | |
σαντα διὰ φωνῆς προστάγματος, ὥστε φαίνειν πᾶσιν ἀνθρώποις· | |
25 | ὁρκίζω σε τὸν συνσείσαντα πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ὄρη |
ἐκτραχηλίζοντα καὶ ἐκβρά[ζ]οντα, τὸν ποιοῦντα ἔκτρομον τὴν [γ]ῆ- | |
ν ἅπασ<αν καὶ> καινίζοντα πάντας τοὺς κατοικο̣ῦντας· ὁρκίζω σε τὸν ποιή- | |
σαντα σημεῖα ἐν οὐρανῷ κ[αὶ] ἐπὶ γῆς καὶ θαλάσσης, ἀγαγεῖν καὶ ζεῦξαι | |
σύμβιον τὸν Οὐρβανόν, ὃν ἔ[τ]εκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανήν, ἣν | |
30 | ἔτεκεν Κανδιδά, ἐρῶντα αὐτῆς καὶ ἀγρυπνοῦντα ἐπὶ τῇ ἐπιθυμίᾳ αὐ- |
τῆς, δεόμενον αὐτῆς καὶ ἐρωτῶντα αὐτὴν ἵνα ἐπανέλθῃ εἰς τὴν οἰκίαν | |
αὐτοῦ σύμβιο[ς] γενομένη· ὁρκίζω σε τὸν θεὸν τὸν μέγαν τὸν αἰώ- | |
νιον καὶ παντοκράτορα, ὃν φοβεῖται ὄρη καὶ νάπαι καθ’ ὅλην τὴν οἰ- | |
κουμένην, δι’ ὃν ὁ λείων ἀφείησιν τὸ ἅρπασμα καὶ τὰ ὄρη τρέμει | |
35 | καὶ [ἡ γῆ] καὶ ἡ θάλασσα, ἕκαστον ἰδάλλεται ὃν ἔχει φόβον τοῦ Κυρίου |
α[ἰ]ω[νίου] ἀθανάτου παντεφόπτου μεισοπονήρου ἐπισταμένου τὰ | |
γ[ενόμ]ενα ἀγαθὰ καὶ κακὰ καὶ κατὰ θάλασσαν καὶ ποταμοὺς καὶ τὰ ὄρη | |
καὶ [τὴν] γῆ[ν], Αωθ Αβαωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, | |
Ιαω Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄξον ζεῦξον τὸν Οὐρβανόν, ὃν | |
40 | ἔτεκεν Οὐρβα<νά>, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα |
μαι[ν]όμενον βασανιζόμενον ἐπὶ τῇ φιλίᾳ καὶ ἔρωτι καὶ ἐπιθυμίᾳ | |
τῆς Δομιτιανῆς, ἣν ἔτεκεν Κανδιδά, ζεῦξον αὐτοὺς γάμῳ καὶ | |
ἔρωτι συμβιοῦντας ὅλῳ τῷ τῆς ζωῆς αὐτῶν χρόνῳ, ποίησον αὐ- | |
τὸν ὡς δοῦλον αὐτῇ ἐρῶντα ὑποτεταχθῆναι, μηδεμίαν ἄλλη[ν] | |
45 | γυναῖκα μήτε παρθένον ἐπιθυμοῦντα, μόνην δὲ τὴν Δομιτια[νάν], |
ἣν ἔτεκεν Κανδιδά, σύμβιον ἔχειν ὅλῳ τῷ τῆς ζωῆς αὐτῶ[ν χρόνῳ]· | |
ἤδη ἤδη, ταχὺ ταχύ. |