[ ]
Africa Proc. — Carthago — 2nd/3rd c. AD — cf. Add. 421,241 — CIL 8.12511 — IGRR 1.944
1 | {²litterae et signa magica}² |
Σεμεσιλαμ δαματαμενευς λησθνα {⁵λησννα}⁵ | |
λλελαμ[—]λαικαμ ερμουβελη ιακουβιαι ωερβηθ | |
ιωπακερβηθ ηωμαλθαβηθ αλλασαν καταρα, ἐξορκί- | |
5 | ζω ὑμᾶς κατὰ τῶν μεγάλων ὀνομάτων ἵνα |
καταδήσητε πᾶν μέλος καὶ πᾶν νεῦρον Βικτωρικοῦ | |
ὃ[ν] ἔτεκεν [γ]ῆ μήτηρ παντὸς ἐνψύχου, τοῦ ἡνιόχου τοῦ | |
βενέτου, καὶ τῶν ἵππων αὐτοῦ ὧν μέλλι ἐλαύνιν, Σεκουν- | |
δινοῦ Ἰούβενιν καὶ Ἀτ̣βοκᾶτον καὶ Βούβαλον, καὶ Βικτωρικοῦ | |
10 | Πομπηϊανοῦ καὶ Βαϊανοῦ καὶ Βίκτορος καὶ Ἐξιμίου, κα- |
ὶ τῶν Μεσσαλῶν Δομινάτορα, καὶ ὅσοι ἐὰν συνζευχθῶ- | |
σιν αὐτοῖς· κατάδησον αὐτῶν τὰ σκέλη καὶ τὴν ὁρμὴν καὶ | |
τὸ πήδημα καὶ τὸν δρόμον, ἀμαύρωσον αὐτῶν τὰ | |
ὄμματα ἵνα μὴ βλέπωσιν, στρέβλωσον αὐτῶν | |
15 | τὴν ψυχὴν καὶ τὴν καρδίαν ἵνα μὴ [π]νέωσιν. ὡς οὗτ- |
ος ὁ ἀλέκτωρ καταδέδεται τοῖς ποσὶ καὶ ταῖς χερσὶ {τ} καὶ τῇ | |
κεφαλῇ, οὕτως καταδήσατ[ε] τὰ σκέλη καὶ τὰς χῖρας καὶ τὴν | |
κεφαλὴν καὶ τὴν καρδίαν Βικτωρικοῦ τοῦ ἡνιόχου τοῦ βενέ- | |
του ἐν τῇ αὔριν ἡμέρᾳ καὶ τοὺς ἵππους οὓς μέλλι ἐλα- | |
20 | ύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βού- |
βαλον καὶ Λαυριᾶτον, καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ | |
Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίου[μ], καὶ τῶν Μεσσάλης | |
Δομινᾶτον, καὶ ὅσοι ἐὰν αὐτοῖς συνζευχθῶσιν. [ἔ]τι ἐ- | |
ξορκίζω ὑμᾶς κατὰ τοῦ ἐπάν[ω] τοῦ οὐρανοῦ θεοῦ, | |
25 | τοῦ καθημένου ἐπὶ τῶν Χερουβι, ὁ διορίσας τὴν γῆν |
καὶ χωρίσας τὴν θάλασσαν, Ιαω αβριαω αρβαθιαω | |
26a | σαβαω |
27 | αδωναϊ, ἵνα καταδήσητε Βικτωρικ{τ}ὸν {²⁶Βικτωρικὸν}²⁶ τὸν ἡνί- |
οχον τοῦ βενέτου καὶ τοὺς ἵππους οὓς μέλλι ἐλαύνιν, | |
Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτουοκᾶτον καὶ Βικτωρικοῦ | |
30 | Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ, |
καὶ τῶν Μεσσάλης Δομ[ι]νᾶτον, ἵνα ἐπὶ νείκην μ[ὴ] | |
ἔλ[θωσι]ν ἐν τῇ αὔρι(ο)ν ἡμέρᾳ ἐν τῷ κίρκῳ· ἤδη ἤδη, | |
ταχὺ τα[χύ]. | |
{²litterae et signa magica}² | |
left margin.1 | {²signa magica}² |
right margin.1 | {²signa magica}² |