[ ] Africa Proc. — Carthago — 2nd/3rd c. AD — cf. Add. 421,237 — CIL 8.12508 — IGRR 1.942
1 ἐξορκίζω σε, νεκυδαίμ[ων] ἄωρε, ὅστις ποτ’ οὖν εἶ, κατὰ τῶν κραταίων
ὀνομάτων σαλβαθβαλ αυθγερωταβαλ βασυθατεω α[λεω σαμα]-
[βηθωρ, κ]ατάδησον τοὺς ἵππους ὧν τὰ ὀνόματά σοι καὶ τὰς
[ε]ἰδαίας ἐν τούτῳ τῷ σκεύει παρακατατίθημε, ῥόσεο̣ν̣ Σιλουανὸν
5 Σερουᾶτον Λοῦε Ζέφυρον Βλάνδον Ἰμβραῖον Δεί[ο]υιτε Μάρισκον
Ῥάπιδον Ὀριέντε Ἀρβοῦστον, τῶν οὐενετιανῶν Ἡμ[ινέντε Δίγνον]
[Λην]ῶνε Παίζοντε Χρύσασπιν Ἀρ[γ]οῦτον Δηρεισῶρε
Φρουγίφερον Εὐφράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον· κα-
τάδησον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τ-
10 ὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκ[ην, ἐμπόδισ]-
ον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον
αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τ-
ῷ ἱπποδρόμῳ μηδὲ τρέχειν μηδὲ περιπατεῖν μηδ-
ὲ νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν [ἱπ]-
15 [παφ]ίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν
σπάτιον, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις,
Εὐπρέπητε τὸ[ν] Τελεσφόρου τὸν καὶ Γέντιον καὶ
Φηλεῖκε καὶ Διονύσιον τὸν ἀποδάκνοντα καὶ λα-
μυρόν· ἐπιτάσσουσιν γάρ σοι αμυηκαρπτιρ ερ-
20 χονσοι ραζααβυα δρυενεφισι νοινισθεργα
βηφυρωρβηθ· κατάδησον τοὺς ἵππους ὧν τὰ ὀνόμ-
ατά σοι καὶ τὰς εἰδαίας παρακατατέθηκα
ἐν τούτῳ τῷ σκεύει, ῥόσεον Σιλουανὸν Σερ-
ουᾶτον [Λ]οῦε Ζέφυρον Βλάνδον Ἰμβραῖ-
25 ον Δείουιτε Μάρισκον Ῥάπιδον Ὀριέντε Ἀρβο-
ῦστον καὶ τῶν οὐενετιανῶν Ἡμιν[έ]ν-
τε Δίγνον Ληνῶνε Παίζοντε Χρύσασπιν
Ἀργοῦτον Δηρεισῶρε Φρουγίφερον Εὐφ-
ράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον· κατά-
30 δησον αὐτοῖς τὸν δρόμον τὴν δύνα-
μιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτη-
τα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπ-
όδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐ-
κνεύρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶ-
35 σιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμ-
ῳ μηδὲ τρέχειν μηδὲ περιπατ-
εῖν μηδὲ νεικῆσαι μηδὲ ἐξελ-
θεῖν τοὺς πυλῶνας τῶν ἱππα-
φίων, μήτε προβαίνειν τὴν ἀ-
40 ρίαν μήτε κυκλεῦσαι τοὺς καμ-
πτῆρας, ἀλλὰ πεσέτωσαν σὺν
τοῖς ἰδίοις ἡνιόχοις, Εὐπρέ-
πητε τὸ[ν] Τελεσφόρου Γέντιον
καὶ Φηλεῖκε καὶ Διονύσιον τὸ-
45 ν ἀποδάκνοντα καὶ λαμυρόν·
κατάδησον αὐτοῖς τὰς χεῖ-
ρας, ἄφελε αὐτῶν τὴν ν-
είκην τὸν ἀπόβασιν καὶ
τὴν ὅρασιν ἵνα μὴ δυνασ-
50 θῶσιν βλέπειν τοὺ-
ς ἰδίους ἀντιπάλους
ἡνιοχοῦντες, ἀλλὰ
μᾶλλον ἅρπασον αὐ-
τοὺς ἐκ τῶν ἰδίων
55 ἁρμάτων καὶ στ-
ρέψον ἐπὶ τὴν γ-
ῆν ἵνα πεσέτω-
σαν μόνοι ἐμ
παντὶ τόπῳ τοῦ
60 ἱπποδρόμο-
υ συρόμενοι,
μάλιστα δ-
ὲ ἐν τοῖς καμ-
πτῆρσιν,
65 μετὰ βλά-
βης τοῦ
σώματο-
ς, σὺν
τοῖς ἵππ-
70 οις οὓς
ἐλαύν-
ου-
σιν· ἤδη,
τα-
75 [χ]ύ.
Search Help