[ ] Italia — Roma — 3rd c. AD — CIG 3272 — GVI 1166 — SEG 29.1003
1     θεοῖς  {²corona}²  Ἥρωσιν.
   Λούκιος Μινίκιος Ἄνθιμος καὶ Σκρει-
   βωνία Φηλεικίσσιμα ἀτυχεῖς γονεῖς
   Λ(ουκίῳ) Μινικίῳ Ἀνθιμιανῷ τέκνῳ γλυκυτάτῳ
5    καὶ θεῷ ἰδίῳ ἐπηκόῳ ζήσαν(τι) ἔτη δʹ, μῆνας εʹ, | ἡ(μέρας) κʹ.
νήπιός εἰμι τυχὼν τύμβου τοῦδ’, ὦ παροδεῖτα.
ὅσσ’ ἔπαθον δ’ ἐμ βαιῷ τέρματί μου βιοτῆς
ἐνκύρσας λαϊνέᾳ στήλλῃ τάχα καὶ σὺ δακρύσεις·
μητρὸς ἀπ’ ὠδείνωμ <μ’> ὡς εἰς φάος ἤγαγον Ὧραι,
10 ἐκ γαίης με πατὴρ ἐμὸς εἵλατο χερσὶ γεγηθὼς
καί μ’ ἀπέλουσε λύθρου καὶ εἰς σπάργανά μ’ αὐτὸς ἔθηκεν,
η{ε}ὔχετο {²⁶ηὔχετο}²⁶ δ’ ἀθανάτοις, ἅπερ οὐκ ἤμελλεν ἔσεσθαι·
Μοῖραι γὰρ πρῶται περί μου κεκρίκεισαν ἅπαντα·
καί μ’ ἔτρεφεν γενέτης μητέρα μου τροφὸν εἱλάμενος·
15 αὐτίκα δ’ η{ε}ὐξανόμην {²⁶ηὐξανόμην}²⁶ εὐερνὴς καὶ πᾶσι ποθητός.
ἐν δ’ ὥραις ὀλίγαις Μοιρῶν γὰρ σφραγεῖδες ἐπῆλθον,
αἵ με νόσῳ πῆξαν χαλεπῇ διδύμους πέρι·
ἀλλ’ ὁ ταλαίφρων γεννήσας εἰάσατό μου νόσον αἰνὴν
τοῦτο δοκῶν ὅτι μοῖραν vv ἐμὴν εἰάμασι σώσει.
20 καὶ τότε δή μ’ ἑτέρα νόσος εἷλε κακίστη
τῆς προτέρης νούσσου πουλύ τι χειροτέρη·
σῆψιν γὰρ <λαι>οῦ πεδίον ποδὸς εἶχεν ἐν ὀστοῖς.
εἶτ’ ἔταμόν με φίλοι γενέτου καί μου ὀστέ’ ἀνεῖλαν
λύπας καὶ στοναχὰς τοῖς τεκέεσσι διδόντα,
25 καὶ ταῦθ’ ὡσαύτως εἰάθην πάλιν, ὡς τὰ πάροιθεν.
οὐδ’ οὕτως μου Γένεσις δεινὴ πλησθεῖσ’ ἐκορέσθη,
ἀλλ’ ἑτέραν πάλι μοι νόσον ἤγαγε γαστρὸς Μοῖρα
σπλάγχνα μου ὀγκώσασα καὶ ἐκτήξασα τὰ λοιπά,
ἄχρις ὅτου ψυχήν μου μητρὸς χέρες εἷλαν ἀπ’ ὄσσων.
30 ταῦτ’ ἔπαθον βαιῷ τέρματί μου βιοτῆς, ξένε,
καὶ κατέλειπον τηκεδόνα στυγερὴν τοῖσί με γιναμένοις,
αἰνόμορος, λείψας τρεῖς συνομαίμονας ἀστεφανώτους.
Search Help
Contact Us