[ ]
Italia — Roma — late 2nd/3rd c. AD? — IG XIV 1188
1 | Ὅμηρος |
ἡρώων κάρυκα ἀρετᾶς μακάρων τε προφήταν | |
Ἑλλάνων δόξης δεύτερον ἀέλιον | |
Μουσέων φέγγος, Ὅμηρον, ἀγήρατον στόμα κόσμου | |
5 | παντός, ὁρᾷς τοῦτον, δαίδαλον ἀρχέτυπον. |
⸐ | |
6 | οὐχ ἔθος ἐστὶν ἐμοὶ φράζειν γένος οὐδ’ ὄνομ’ αὐτό, |
νῦν δ’ ἕνεκ’ Αἰλιανοῦ πάντα σαφῶς ἐρέωι· | |
πατρίς μοι χθὼν πᾶσα, τὸ δ’ οὔνομά φασιν Ὅμηρον· | |
ἐστὶ δὲ Μουσάων, οὐκ ἐμὸν οὐδὲν ἔπος. | |
⸐ | |
10 | εἰ μὲν θνητὸς ἔφυς, πῶς ἀθάνατόν σε ἐποίησαν |
Μοῦσαι καὶ Μοιρῶν νῆμα ἀνέκλωσαν, ἄναξ; | |
εἰ δ’ ἦσθα ἀθάνατος, πῶς ἐν θνητοῖς σε ἀριθμοῦσιν; | |
οὐ μὰ σὲ ταῦτ’ ἐχρῆν, σεμνὲ ποιητά, φρονεῖν· | |
ἀλλ’ ἔγνων τὸ ἀληθές· ἐπεὶ τὸ σαφὲς διαφεύγει, | |
15 | ἄνθρωπόν φασιν, θεῖέ, σε, Ὅμηρε, πέλειν. |