[ ] Italia — Roma — late 2nd/3rd c. AD? — IG XIV 1188
1            Ὅμηρος
ἡρώων κάρυκα ἀρετᾶς μακάρων τε προφήταν
  Ἑλλάνων δόξης δεύτερον ἀέλιον
Μουσέων φέγγος, Ὅμηρον, ἀγήρατον στόμα κόσμου
5   παντός, ὁρᾷς τοῦτον, δαίδαλον ἀρχέτυπον.
6 οὐχ ἔθος ἐστὶν ἐμοὶ φράζειν γένος οὐδ’ ὄνομ’ αὐτό,
  νῦν δ’ ἕνεκ’ Αἰλιανοῦ πάντα σαφῶς ἐρέωι·
πατρίς μοι χθὼν πᾶσα, τὸ δ’ οὔνομά φασιν Ὅμηρον·
  ἐστὶ δὲ Μουσάων, οὐκ ἐμὸν οὐδὲν ἔπος.
10 εἰ μὲν θνητὸς ἔφυς, πῶς ἀθάνατόν σε ἐποίησαν
  Μοῦσαι καὶ Μοιρῶν νῆμα ἀνέκλωσαν, ἄναξ;
εἰ δ’ ἦσθα ἀθάνατος, πῶς ἐν θνητοῖς σε ἀριθμοῦσιν;
  οὐ μὰ σὲ ταῦτ’ ἐχρῆν, σεμνὲ ποιητά, φρονεῖν·
ἀλλ’ ἔγνων τὸ ἀληθές· ἐπεὶ τὸ σαφὲς διαφεύγει,
15   ἄνθρωπόν φασιν, θεῖέ, σε, Ὅμηρε, πέλειν.
Search Help
Contact Us