[ ] Italia — Roma — late 2nd/3rd c. AD — IG XIV 1183
1          [Μέ]νανδρος.
                       vacat
2 [οὐ φθόνος ἦ]ν στῆσαι σὺν Ἔρωτι φίλῳ σε, Μένανδ[ρε],
[οὗ ζώων γ’] ἐτέλεις ὄργια τερπνὰ θεοῦ·
[δῆλος δὲ εἶ] φορέων αἰεὶ θεόν, ὁππότε καὶ νῦν
5 [εἰκόνα σ]ὴν κατιδὼν αὐτίκα πᾶς σε φιλεῖ.
                            vacat
6 [φαιδρὸν ἑ]ταῖρον Ἔρωτος ὁρᾷς, Σειρῆνα θεάτρων,
[κλωσὶ Μ]ένανδρον ἀεὶ κρᾶτα πυκαζόμενον·
[φησὶν δέ· ἀ]νθρώπους ἱλαρὸν βίον ἐξεδίδαξα,
[ἐμπλήσας] σκηνὴν δράμασι πᾶσι γάμων.
                            vacat
10 [οὐκ ἄλλως] ἔστησα κατ’ ὀφθαλμούς σε, Μένανδ[ρε],
[γείτον’ Ὁ]μηρείης, φίλτατέ μοι, κεφαλῆς,
[εἰ σέ γε δεύτ]ερα ἔταξε σοφὸς κρείνειν μετ’ ἐκεῖνον
[γραμματι]κὸς κλεινὸς πρόσθεν Ἀριστοφάνης.
Search Help
Contact Us