[ ] Italia — Roma — undated — IG XIV 2123 — GVI 1678
1 αἰαῖ συνλέκτροιο σαόφρονος, ❦ αἰαῖ ἀνιγροῦ
 δαίμονος, ὃς ζωᾶς ❦ εἷλε φίλαν ἄλοχον.
καὶ σὺ μέν, ὦ πάντειμε, γόων ἀπάτερθεν ἰαύεις, ❦
 μοχθηρὸν μερόπων ❦ ἐκπρολιποῦσα βίον ∙
5 σὸς δὲ πόσις δύστλητα πανημέριος τολυπεύσει,
 ὄσσων ἀέναον ❦ δάκρυον ἐκπροχέων ∙
οὐ γὰρ ἀμειλίκτους κραδίης ὀδύνας ἀκέ[ο]ι̣το
 ἀθάνατος, παλάμῃ ❦ κρᾶτ’ ἐπαφησάμεν̣[ο]ς,
ἐς δ’ ὅσον ἐνπνείει βίοτόν τε ἐπὶ ἦμαρ ἐρύκει,
10  δύσμορος ἀντλήσει ❦ πένθος ἀεξίβιον ∙
Search Help
Contact Us