[ ]
Italia — Roma — undated — IG XIV 2123 — GVI 1678
1 | αἰαῖ συνλέκτροιο σαόφρονος, ❦ αἰαῖ ἀνιγροῦ |
δαίμονος, ὃς ζωᾶς ❦ εἷλε φίλαν ἄλοχον. | |
καὶ σὺ μέν, ὦ πάντειμε, γόων ἀπάτερθεν ἰαύεις, ❦ | |
μοχθηρὸν μερόπων ❦ ἐκπρολιποῦσα βίον ∙ | |
5 | σὸς δὲ πόσις δύστλητα πανημέριος τολυπεύσει, |
ὄσσων ἀέναον ❦ δάκρυον ἐκπροχέων ∙ | |
οὐ γὰρ ἀμειλίκτους κραδίης ὀδύνας ἀκέ[ο]ι̣το | |
ἀθάνατος, παλάμῃ ❦ κρᾶτ’ ἐπαφησάμεν̣[ο]ς, | |
ἐς δ’ ὅσον ἐνπνείει βίοτόν τε ἐπὶ ἦμαρ ἐρύκει, | |
10 | δύσμορος ἀντλήσει ❦ πένθος ἀεξίβιον ∙ |