[ ]
Italia — Roma — undated — IG XIV 2123 — GVI 1678
| 1 | αἰαῖ συνλέκτροιο σαόφρονος, ❦ αἰαῖ ἀνιγροῦ |
| δαίμονος, ὃς ζωᾶς ❦ εἷλε φίλαν ἄλοχον. | |
| καὶ σὺ μέν, ὦ πάντειμε, γόων ἀπάτερθεν ἰαύεις, ❦ | |
| μοχθηρὸν μερόπων ❦ ἐκπρολιποῦσα βίον ∙ | |
| 5 | σὸς δὲ πόσις δύστλητα πανημέριος τολυπεύσει, |
| ὄσσων ἀέναον ❦ δάκρυον ἐκπροχέων ∙ | |
| οὐ γὰρ ἀμειλίκτους κραδίης ὀδύνας ἀκέ[ο]ι̣το | |
| ἀθάνατος, παλάμῃ ❦ κρᾶτ’ ἐπαφησάμεν̣[ο]ς, | |
| ἐς δ’ ὅσον ἐνπνείει βίοτόν τε ἐπὶ ἦμαρ ἐρύκει, | |
| 10 | δύσμορος ἀντλήσει ❦ πένθος ἀεξίβιον ∙ |