[ ] Italia — Roma — undated — IG XIV 2117 — GVI 743
1        Θ(εοῖς) ❦                      Κ(αταχθονίοις). ❦
μνῆμ’ ἀ❦ρετῆς ∙ Μοίρης ∙ τὸ τέλος ∙ φίλον οὔνομα Χρήστη ∙
σωφροσύνης ∙ἱ∙ερᾶς ∙ ἥτις μέγαν ἔσχεν ἔπαινον ∙
ἐνθάδε νῦν κατὰ γῆς σῶμ’ ἀνέπαυσε πόνων ∙
5 τὴν συνετὸν ψυχὴν μακάρων εἰς ἀέρα δοῦσα ∙
πρόσθεν μὲν θνητή ∙ νῦν δὲ θεῶν μέτοχος
ἀ∙ί∙μνηστος ἅπασι φίλοισί τε καὶ τεκέεσσι ∙
τὸν δὲ τάφον σοφίης ἕνεκεν κυδ<ρ>ῇ παρακοίτι
τεῦξ’ Ἐ<πα>φρᾶς συνόμευνος Ἀ<λ>εξάνδροιο πολείτης.
10 Ἀγέντι ∙ εὐψύχι ❦ κἀμὲ μένει τὸ θανεῖν ∙
Search Help
Contact Us