[ ]
Italia — Roma — undated — IG XIV 2117 — GVI 743
| 1 | Θ(εοῖς) ❦ Κ(αταχθονίοις). ❦ |
| μνῆμ’ ἀ❦ρετῆς ∙ Μοίρης ∙ τὸ τέλος ∙ φίλον οὔνομα Χρήστη ∙ | |
| σωφροσύνης ∙ἱ∙ερᾶς ∙ ἥτις μέγαν ἔσχεν ἔπαινον ∙ | |
| ἐνθάδε νῦν κατὰ γῆς σῶμ’ ἀνέπαυσε πόνων ∙ | |
| 5 | τὴν συνετὸν ψυχὴν μακάρων εἰς ἀέρα δοῦσα ∙ |
| πρόσθεν μὲν θνητή ∙ νῦν δὲ θεῶν μέτοχος ∙ | |
| ἀ∙ί∙μνηστος ἅπασι φίλοισί τε καὶ τεκέεσσι ∙ | |
| τὸν δὲ τάφον σοφίης ἕνεκεν κυδ<ρ>ῇ παρακοίτι | |
| τεῦξ’ Ἐ<πα>φρᾶς συνόμευνος Ἀ<λ>εξάνδροιο πολείτης. | |
| 10 | Ἀγέντι ∙ εὐψύχι ❦ κἀμὲ μένει τὸ θανεῖν ∙ |