[ ] Italia — Roma — mid 3rd-beg. 4th c. AD — IG XIV 2068 — GVI 1113
          Θ(εοῖς)             Κ(αταχθονίοις).
1 ἤμην ὡς ἤμην φων‵ὴν′ καὶ πνεῦμα καὶ εἶδος,
        ἀρτιτόκου φωτὸς ‵ψυχίον ἔνδοθ’ ἔχ<ω>ν′,
αἴσιος ἐμ φιλότητι καὶ ὄλβιος ἐμ πραπίδεσσι,
3a 〚— — — — — — — — — — — — — — — — — —〛
4 μηδὲν ἄγαν φρονέων, θνητὰ δὲ πάνθ’ ὁρόω<ν>·
5 ἦλθον, ἀπῆλθον ἄμεμπτος, ἃ μὴ θέμις οὐκ ἐδό‵ευσα′,
εἴτ’ ἤμην πρότερον, εἴτε χρόνοις ἔσομαι·
παιδεύθην, παίδευσα, κύτος κόσμοιο πέδη‵σα′,
θείας ἐξ ἀθανάτων φωσὶ φράσας ἀρετάς.
κεύθι γαῖα φίλη με· τί δ’ ἁγνὸν ὅμως ὄνο‵μ’; ἤμην′
10 πᾶσι Φίλητος vv ἀνήρ, τῆς Λυκίης Λιμύ-
                  ρων.
Search Help