[ ] Italia — Roma — undated — IG XIV 2040 — GVI 1595
1 οὐχ ὁσίως ἥρπαξες ὑπὸ [χθόνα],
       κοίρανε Πλουτεῦ, /
πενταέτη νύμφην πᾶσιν
       ἀγαλλομένην· /
5 οἷα γὰρ ἀρχόμενον ῥόδον εὔ-
       πνοον εἴαρος ὥρῃ /
ἐξέτεμες ῥείζης, πρὶν χρό-
       νον ἐκτελέσῃ. /
ἀλλ’ ἄγ’ Ἀλεξάνδρα καὶ Φίλτατε,
10        μηκέτ’ ὀδυρμοῖς /
εἱμερτῇ κούρῃ σπένδετε
       μυρόμενοι· /
εἶχεν γὰρ χάριν, εἶχεν ἐφ’ ἡδυ-
       χρόοισι προσώποις, /
15 αἰθέρος ὥστε μένειν ἀθα-
       νάτοισι δόμοις. /
τοῖς πάρος οὖν μύθοις πιστεύ-
       σατε· παῖδα γὰρ ἐσθλὴν /
ἥρπασαν ὡς τερπνὴν Να-
20        ΐδες, οὐ Θάνατος. /
            vacat
21 Τινηΐᾳ Ὑγείᾳ τῇ ἰδίᾳ
θρεπτῇ φιλτάτηι
μνήμης χάριν.
Search Help
Contact Us