[ ]
Italia — Roma — shortly after 94 AD — CIL VI 33976 — IG XIV 2012 — GVI 1924
See also:
A.left of fig.1 | Κ(οίντου) ∙ Σουλπικίου |
Μαξίμου ∙ καίριον. | |
τίσιν ἂν λόγοις | |
χρήσαιτο Ζεὺς ∙ | |
5 | ἐπιτιμῶν Ἡλίῳ, |
ὅτι τὸ ἅρμα ἔδωκε | |
Φαέθοντι. | |
ἡμετέρου κόσμοι- | |
ο φαεσφόρον ἁρμε- | |
10 | λατῆρα ∙ / οὐχ ἕτε- |
ρον πλὴν σεῖο θεοὶ | |
ποίησαν ἄνακτες· / | |
τίπτε κακόφρονα θῆ- | |
κες ἐφ’ ἁψίδεσσιν Ὀ- | |
15 | λύμπου ∙ / υἱέα καὶ |
πώλων ἄφατον τά- | |
χος ἐγγυάλιξας, / | |
ἡμετέρην οὐδ’ ὅσ- | |
σον ὑποδ<δ>είσας ἐπα- | |
20 | ρωγήν; ∙ / οὐ τάδε πιστὰ |
θεοῖς σέο δήνεα ∙ ποῖ Φα- | |
έθοντος ∙ / εὐσταθὲς | |
ἅρμα φορεῖτο; τί σου | |
πυρὸς ἀκ<α>μάτοιο / | |
25 | φλὸξ ἄχρι καὶ θρόνον |
ἦλθεν ἐμὸν καὶ ἐπ’ εὐ- | |
ρέα κόσμον; ∙ / μίγνυτο | |
καὶ κύκλοισιν ὑπερ- | |
μενὲς ἄχθος ἀπ’ εἴ- | |
30 | λης ∙ / Ὠκεανὸς χέρας |
αὐτὸς ἐς οὐρανὸν ἠέρ- | |
ταζε ∙ / τίς ποταμῶν | |
οὐ πᾶσαν ἀνεξηραί- | |
νετο πηγήν; / καὶ σπό- | |
35 | ρος ἐς Δήμητρα κα- |
ταίθετο, καί τις ἄπλα- | |
τον / | |
right of fig.38 | ἀζαλέην ἔκλαυσε παρὰ |
δρεπάναισι γεωργός, / | |
40 | σπείρων εἰς ἀχάριστα |
μάτην θ’ ὑπὸ κυφὸν ἄρο- | |
τρον ∙ / ταῦρον ὑποζεύ- | |
ξας ὑπό τ’ ἀστέρα βουλυ- | |
τοῖο ∙ / κάμψας ἄρρενα γυ- | |
45 | ῖα σὺν ἀχθεινοῖσι βόεσ- |
σι ∙ / γαῖα δ’ ὑπέστενε πᾶ- | |
σα κακόφρονος εἵνεκα | |
κούρου ∙ / καὶ τότ’ ἐγὼ πυ- | |
ρὶ φέγγος ἀπέσβεσα. | |
50 | μηκέτι παιδὸς / |
μύρεο λυγρὸν ὄλεθ̣ρον, | |
ἑοῦ δ’ ἔχε φροντίδα κόσ- | |
μου ∙ / μή ποτε χειρὸς ἐμῆς | |
φλογερώτερον ἔγχος ἀθροί- | |
55 | σῃς ∙ / γίνωσκ’ οὐρανίοιο |
Διὸς νόον· οὐ μὰ γὰρ αὐτὴν ∙ / Ῥεί- | |
ην ἄλλο τι τοῦδε κακώτερον | |
ἶδεν Ὄλυμπος· / | |
κόσμος ἐμὸς σὴ πίστις ἔφυ με- | |
60 | γακυδέος ἔργου ∙ / οἰχέσθω τὰ |
πάροιθε, τὰ δ’ ὕστερα φροντί- | |
δι κεῦθε ∙ / οὐ σὸς ἔφυ ∙ πώ- | |
λων γὰρ ἀπείριτον ο̣ὐ σθένος | |
ἔγνω ∙ / ῥυτήρων οὐδ’ ἔσχε | |
65 | πολυφραδὲς ἔργον ἀνύσσαι. / |
ἔρχεο νῦν, πάλι κόσμον ἐποί- | |
χεο, μὴ τεὸν εὖχος ∙ / ἀλλο- | |
τρίαις παλάμαισι πόρηι- | |
ς ἀμενηνὰ πονήσας· / | |
70 | μούνῳ σοὶ πυρόεντος |
ἐπειγομένῳ κύκλοιο / | |
ἀντολίη καὶ πᾶσα καλὸς | |
δρόμος ἔπλετο δυσμή· / | |
σοὶ τόδε πιστὸν ἔδωκε | |
75 | φέρειν νόος ἄφθιτον εὖχος. / |
φείδεο γῆς καὶ παντὸς ἀρι- | |
πρεπέος κόσμοιο ∙ / ἴσχε δρό- | |
μον μεσάταισιν ἐπ’ ἀψίδεσ- | |
σιν Ὀλύμπου ∙ / ταῦτα πρέ- | |
80 | ποντα θεοῖς, ταῦτ’ ἄρκια· μαί- |
εο, δαῖμον ∙ / μιλίχιον πά- | |
λι φέγγος· ὁ σὸς παῖς ὤλεσε | |
πουλύ ∙ / καὶ τὸν ἀπειρέσιον | |
μέγαν οὐρανὸν αὐτὸς ὅ̣δευε, / | |
85 | ἥμισυ μὲν γαίης νέρθεν, |
τὸ δ’ ὕπερθε τανύσσας· / | |
οὕτω γὰρ πρέψει ἐτεὸν φάος | |
Οὐρανίδαισι ∙ / καὶ φωτῶν | |
ἀκάκωτος ἀεὶ λειφθήσε- | |
90 | ται εὐχήι ∙ / πρηυμενῆ |
δ’ ἕξεις Ζηνὸς νόον· ἢν δ’ ἑτέ- | |
ρη τις ∙ / | |
volumen.93 | λείπηται σέο |
φροντὶς ἀταρβέ- | |
95 | ος, ἵστορες αὐτοὶ / |
ἀστέρες ὡς πυ[ρό]- | |
εντος ἐμοῦ μ[έ]- | |
νος αἶψα κεραυνο[ῦ] / | |
ὠκύτερον πώ- | |
100 | λων σ̣ε, θ̣ε̣ός, δέ- |
μας ἀ̣ά̣σ̣ε̣[ι]ε̣ν̣. | |
B.1 | Deis ∙ Manibus ∙ sacrum ∙ |
Q(uinto) ∙ Sulpicio ∙ Q(uinti) ∙ f(ilio) ∙ Cla(udia) ∙ Maximo ∙ domo ∙ Roma ∙ vix(it) ∙ ann(os) ∙ XI ∙ m(enses) V, d(ies) XII. | |
hic ∙ tertio ∙ certaminis ∙ lustro ∙ inter ∙ Graecos ∙ poetas ∙ duos ∙ et ∙ L | |
professus ∙ favorem ∙ quem ∙ ob ∙ teneram ∙ aetatem ∙ excitaverat, | |
5 | in admirationem ∙ ingenio ∙ suo ∙ perduxit ∙ et ∙ cum ∙ honore ∙ discessit ∙ versus |
extemporales ∙ eo ∙ subiecti ∙ sunt ∙ ne parent(es) ∙ adfectib(us) ∙ suis ∙ indulsisse ∙ videant(ur). | |
Q(uintus) ∙ Sulpicius ∙ Eugramus ∙ et ∙ Licinia ∙ Ianuaria ∙ parent(es) ∙ infelicissim(i) ∙ f(ilio) ∙ piissim(o) ∙ fec(erunt) ∙ et ∙ sib(i) ∙ p(osterisque) ∙ s(uis). | |
C.1 | ἐπιγράμματα |
col. I.1 | μοῦνος ἀπ’ αἰῶνος δυοκαίδεκα παῖς ἐνιαυτῶν |
Μάξιμος ἐξ ἀέθλων εἰς Ἀίδην ἔμολον· | |
νοῦσος καὶ κάματός με διώλεσαν· οὔτε γὰρ ἠοῦς, | |
οὐκ ὄρφνης μουσέων ἐκτὸς ἔθηκα φρένα. | |
5 | λίσσομαι ἀλλὰ στῆθι δεδουπότος εἵνεκα κούρου, |
ὄφρα μάθῃς σχεδίου γράμματος εὐεπίην, | |
εὐφήμου καὶ λέξον ἀπὸ στόματος τόδε μοῦνον | |
δακρύσας· εἴης χῶρον ἐς Ἠλύσιον· | |
ζωούσας ἔλιπες γὰρ ἀηδόνας, ἃς Ἀιδωνεὺς | |
10 | οὐδέποθ’ αἱρήσει τῇ φθονερῇ παλάμῃ. |
col. II.11 | βαιὸν μὲν τόδε σῆμα, τὸ δὲ κλέος οὐρανὸν ἵκει, |
Μάξιμε, Πειερίδων ἐξέο λειπομένων, | |
νώνυμον οὐδέ σε μοῖρα κατέκτανε νηλεόθυμος, | |
ἀλλ’ ἔλιπεν λήθης ἄμμορον εὐεπίην. | |
15 | οὔτις ἀδακρύτοισι τεὸν παρὰ τύμβον ἀμείβων |
ὀφθαλμοῖς σχεδίου δέρξεται εὐστιχίην. | |
ἄρκιον ἐς δόλιχον τόδε σοι κλέος· οὐ γὰρ ἀπευθὴς | |
κείσεαι, οὐτιδανοῖς ἰδόμενος νέκυσι, | |
πουλὺ δὲ καὶ χρυσοῖο καὶ ἠλέκτροιο φαεινοῦ | |
20 | ἔσ<σ>ετ’ ἀεὶ κρέσσων ἣν ἔλιπες σελίδα. |