[ ] Italia — Roma — undated — IG XIV 1743
1         Θ(εοῖς) Κ(αταχθονίοις).
τύμβον τόνδ’ ἐποίει Κάσσανδρος
μνήμης ἕνεκεν παρακοίτι ❦ / Σεντίᾳ
αἰμνήστῳ γλυκερὸν φῶς προλιπούσῃ, /
5 ἥτις ζόης ἔσχε μέτρον, ὡς ἐν Μοίραις προ-
έκειτο {ν}, ❦ / δύο καὶ τρειάκοντα ἔτη καὶ ἡ-
μέρας εἴκοσι αὐτάς· ❦ / ἤασέ τε εἰκόνας ἀν-
τιτύπους, ἃς ὠδεῖσιν ἔτικτεν ∙ / ἐμ παι-
σὶν ἀρρενικοῖς καὶ ἔσχε τέλος βιότοιο. /
10      εὐδαιμόνει, ἀσύγκριτε, ἀμεί-
     μητε, αἴμνηστε Σεντία·
       οὐδεὶς ἀθάνατος.
Search Help
Contact Us