[ ] Italia — Roma — late 3rd c. AD — IG XIV 2000 — GVI 1049
See also:
1   Μ(άρκος) Σεμπρώνιος Νεικοκράτης
  ἤμην ποτὲ μουσικὸς ἀνήρ,
  ποιητὴς καὶ κιθαριστής ∙
  μάλιστα δὲ καὶ συνοδείτης ∙
5   πολλὰ βυθοῖσι ∙ καμών ∙
  ὁδηπορίες δ’ ἀτονήσας ∙
  ἔνπορος εὐμόρφων γενόμην,
  φίλοι, μετέπειτα ∙ γυναικῶν ∙
  πνεῦμα λαβὼν δάνος οὐρανόθεν
10   τελέσας χρόνον αὖτ’ ἀπέδωκα,
καὶ μετὰ τὸν θάνατον ❦
Μοῦσαί μου τὸ σῶμα κρατοῦσιν.
Search Help
Contact Us