1 | Μ(άρκος) ∙ Σεμπρώνιος Νεικοκράτης |
ἤμην ποτὲ μουσικὸς ἀνήρ, | |
ποιητὴς καὶ κιθαριστής ∙ | |
μάλιστα δὲ καὶ συνοδείτης ∙ | |
5 | πολλὰ βυθοῖσι ∙ καμών ∙ |
ὁδηπορίες δ’ ἀτονήσας ∙ | |
ἔνπορος εὐμόρφων γενόμην, | |
φίλοι, μετέπειτα ∙ γυναικῶν ∙ | |
πνεῦμα λαβὼν δάνος οὐρανόθεν | |
10 | τελέσας χρόνον αὖτ’ ἀπέδωκα, |
καὶ μετὰ τὸν θάνατον ❦ | |
Μοῦσαί μου τὸ σῶμα κρατοῦσιν. |
IGUR
III 1326