[ ] Italia — Roma — 3rd/4th c. AD — IG XIV 1976 — GVI 1169
                {ΡΟΥ}
1 Ῥουφείνου τάφος οὗτος, ὃν Ἀστέριόν ποτ’ ἔκλῃζον·
ὃς προλιπὼν Ῥώμης δάπεδον Νείλου πόλιν ἐλθὼν
καὶ προκοπαῖς λάμψας, πολλοῖσι δὲ πολλὰ παρασχών,
μηδένα λυπήσας, ἀλλ’ εἰς τὸ δίκαιον ἀθρήσας,
5 Μοιρῶν οὐκ ἔφυγεν τρι<σ>σῶν μίτον, ἀλλὰ ∙  νεκρωθεὶς
τὴν ψυχὴν ἀπέδωκεν ἐς ἀέρα, σῶμα δὲ πρὸς γῆν.
ἀλλὰ καὶ εὐσεβίης ἔσχεν κρίσιν ἐν φθιμένοισιν
καὶ πάλιν εἶδε τὸ φῶς νεκρὸς ὢν καὶ πόντον ἔπλευσε
καὶ χώρης ∙ἰ∙δίης ἐπέ<β>η· σὺν παισὶ δὲ κεῖται,
10 ὧν οὐκ εἶδε τέλος θανάτου· πρῶτο<ς> γὰρ ἔθνῃσκε.
ἡ δὲ τέκνων δισσῶν μήτηρ, σεμνὴ <ἠ>δὲ φίλανδρος,
καὶ πέλαγος διέπλευσε καὶ ἤγαγε σῶμα βυθοῖσιν
καὶ καμάτους ∙ὑ∙πέμεινε καὶ ἐν θρήνοις διέμεινε
καὶ τύνβῳ κατέθηκε καὶ αἰῶσιν παρέδωκε.
15 Δαμοστρατείας ταῦτα τῆς φιλανδρίας.
Search Help
Contact Us