[ ] Italia — Roma — 3rd/beg. 4th c. AD — IG XIV 2469 — GVI 735 — IG France 50
1 Ῥουφείνης ἐμέθεν Πρόκλος πόσις ἐνθάδε κεῖσαι,
Μοιράων βουλῇσι λιπὼν βίον ἠδ’ ἐμὲ χήρην.
τεῦξα δέ τοι μέγα σῆμα περισκέπτῳ ἐνὶ χώρῳ
θηητὸν πάντεσσι, θύρας δ’ ἐπέθηκα φαεινὰς
5 εἴδωλόν τ’ ἐθέμην πανομοίιον σχῆμα τ’ ἔθηκα,
οἷον ἔχων ῥητῆρσι μετέπρεπες Αὐσονίοισι
ἔν τ’ αὐτοῖς ὑπάτοις κλέος ἔλλαβες ἔξοχον ἄλλων.
ἀλλ’ οὔτοι νόσφιν γε σέθεν ποτ<ὲ> κείσομαι αὐτή·
ὡς πρὶν δ’ ἐν ζωοῖσιν ὁμὸ<ς> δόμος ἄμμι τέτυκτο,
10 ὣς καὶ τεθνειῶτας ὁμὴ σορὸς ἀμφικ[αλύψει].
Search Help
Contact Us