[ ]
Italia — Roma — 3rd/beg. 4th c. AD — IG XIV 2469 — GVI 735 — IG France 50
1 | Ῥουφείνης ἐμέθεν Πρόκλος πόσις ἐνθάδε κεῖσαι, |
Μοιράων βουλῇσι λιπὼν βίον ἠδ’ ἐμὲ χήρην. | |
τεῦξα δέ τοι μέγα σῆμα περισκέπτῳ ἐνὶ χώρῳ | |
θηητὸν πάντεσσι, θύρας δ’ ἐπέθηκα φαεινὰς | |
5 | εἴδωλόν τ’ ἐθέμην πανομοίιον σχῆμα τ’ ἔθηκα, |
οἷον ἔχων ῥητῆρσι μετέπρεπες Αὐσονίοισι | |
ἔν τ’ αὐτοῖς ὑπάτοις κλέος ἔλλαβες ἔξοχον ἄλλων. | |
ἀλλ’ οὔτοι νόσφιν γε σέθεν ποτ<ὲ> κείσομαι αὐτή· | |
ὡς πρὶν δ’ ἐν ζωοῖσιν ὁμὸ<ς> δόμος ἄμμι τέτυκτο, | |
10 | ὣς καὶ τεθνειῶτας ὁμὴ σορὸς ἀμφικ[αλύψει]. |