[ ] Italia — Roma — reign of Hadrian — IG XIV 1942 — GVI 1938
1 τὴν κυανῶπιν Μοῦσαν, ἀηδόνα τὴν μελίγηρυν
λειτὸς ὅδ’ ἐξαπίνης τύνβος ἄναυδον ἔχει,
καὶ κεῖται λίθος ὣς ἡ πάνσοφος, ἡ περίβωτος·
Μοῦσα καλή, κούφη σοὶ κόνις ἥδε πέλοι.
           {²anaglyphum
5 τίς μου τὴν σειρῆνα κακός, κακὸς ἥρπασε δαίμων,
τίς μου τὴν γλυκερὴν ἥρπασε ἀηδονίδα,
νυκτὶ μιῇ ψυχραῖσιν ἄφαρ σταγόνεσσι λυθεῖσαν;
ὤλεο, Μοῦσα, ἐτάκη δ’ ὄμματα ἐκεῖνα σέο,
καὶ στόμα πέφρακται τὸ χρύσεον· οὐδὲν ἔτ’ ἐν σοὶ
10 λείψανον οὐ κάλ<λ>ους, οὐ σοφίης πέλεται.
ἔρρεται μέρμηραι θυμαλγέες· ἄμμοροι ἐσθλῆς
ἐλπίδος ἄνθρωποι· πάντα δ’ ἄδηλα τύχης.
  Petroniae Musae.
Search Help
Contact Us