[ ]
Italia — Roma — 3rd c. AD? — IG XIV 1883 — GVI 1866
1 | τίς ἦν σε ὁ θρέψας ∶ ἦν Κίλιξ Ἀθήναιος ∶ |
χρηστὸν τὸ θρέμμα· τίς καλῆι ∶ Νουμήνιος. | |
πόσων δ’ ἔθνηισκες τῶν ἐτῶν ∶ δὶς εἴκοσιν. | |
ἐχρῆν σ’ ἔτι ζῆν ∶ ἀλλὰ καὶ θανεῖν ἐχρῆν ∶ | |
5 | γενναῖά σου καὶ χαῖρε ∶ καὶ σύ γ’, ὦ ξένε· |
σοὶ γὰρ μέτεστιν ἔτι χαρᾶς, ἡμῖν δ’ ἅλις. |