[ ] Italia — Roma — undated — IG XIV 1866
1    Θ(εοῖς) Κ(ατα)❦χ(θονίοις).
ἡ σεμνὴ καὶ φίλαν-
δρος, μόνη προὔχου-
σα πασῶν ἀλόχων, /
5 εἰκοσαέτης τεκέων
δύο μήτηρ, σὺν ἀν-
δρὶ τὠμῷ / ∙ ζ ∙ ἔτεα βί-
ον ἐκτελέσασα ἐνθά-
δε κεῖμαι· / οὔνομα
10 δέ μοι Μυρωνίς, γρα-
φὴν δ’ ἐν στήλῃ ἀμέμ-
πτου / βιότοιο χάριν
Πάνθης οὑμὸς πό-
σις ἐξετέλεσσεν ∙
Search Help
Contact Us