[ ]
Italia — Roma — undated — IG XIV 1866
1 | Θ(εοῖς) Κ(ατα)❦χ(θονίοις). |
ἡ σεμνὴ καὶ φίλαν- | |
δρος, μόνη προὔχου- | |
σα πασῶν ἀλόχων, / | |
5 | εἰκοσαέτης τεκέων |
δύο μήτηρ, σὺν ἀν- | |
δρὶ τὠμῷ / ∙ ζ ∙ ἔτεα βί- | |
ον ἐκτελέσασα ἐνθά- | |
δε κεῖμαι· / οὔνομα | |
10 | δέ μοι Μυρωνίς, γρα- |
φὴν δ’ ἐν στήλῃ ἀμέμ- | |
πτου / βιότοιο χάριν | |
Πάνθης οὑμὸς πό- | |
σις ἐξετέλεσσεν ∙ |