[ ]
Italia — Roma — undated — IG XIV 1857 — GVI 721
1 | εὐφρανθεὶς συνεχῶς, γελάσ‵ας′ παίξας ∙ τε τρυφήσας, |
καὶ ψυχὴν ἱλαρῶς ∙ πά∙ντων τέρψας ἐν ἀοιδαῖς | |
οὐδένα λυπήσας, οὐ λοίδορα ῥήματα πέμψας, | |
ἀλλὰ φίλος Μουσῶν, Βρομίου Παφίης τε βιώσας | |
5 | ἐξ Ἀσίης ἐλθὼν Ἰταλῇ χθονὶ ἐνθάδε κεῖμαι |
ἐν φθιμένοις νέος ὤν ∙ τοὔνομα Μηνόφιλος. |