[ ] Italia — Roma — undated — IG XIV 1857 — GVI 721
1 εὐφρανθεὶς συνεχῶς, γελάσ‵ας′ παίξας ∙ τε τρυφήσας,
καὶ ψυχὴν ἱλαρῶς ∙ πά∙ντων τέρψας ἐν ἀοιδαῖς
οὐδένα λυπήσας, οὐ λοίδορα ῥήματα πέμψας,
ἀλλὰ φίλος Μουσῶν, Βρομίου Παφίης τε βιώσας
5 ἐξ Ἀσίης ἐλθὼν Ἰταλῇ χθονὶ ἐνθάδε κεῖμαι
ἐν φθιμένοις νέος ὤν ∙ τοὔνομα Μηνόφιλος.
Search Help
Contact Us