IGUR III 1265
[ ] Italia — Roma — undated — IG XIV 1831 — GVI 666
1    Θ(εοῖς) Κ(αταχθονίοις).
Μαργαρίδος τόδε σῆμα ἑῆς
Εὔηνος ἔτευξεν / εἵνεκα μνη-
μοσύνης τῆς φιλίης ἀλό-
5 χου· / κούρην γάρ μιν ἔγημε[ν]
ἔτη τριακαίδεκ’ ἔχουσαν· /
πεντήκοντα γάμων δ’ ἔ-
τεα πλησαμένη / κά̣τθανεν,
ἑξήκοντα τριῶν ἐτέων
10 γεγαυῖα, / εὐφράνασα πόσιν
  παντὶ ἑῶι βιότωι.
Search Help
Contact Us