[ ] Italia — Roma — undated — IG XIV 1787 — GVI 731
1     Θ(εοῖς) ∙ Κ(αταχθονίοις).
ἐνθάδε κεῖμε ∙ ἄναυδον,
ἄπνουν, ξένον ἐνθάδε κε<ῖ>‵μ′<ε> /
παιδίον, ἐκπρολιπὼν γλυκε<ρὸν>
5 φάος ∙ ἀελίοιο· / ζήσας μὲν λ[υκάβαν]-
τας ἐγὼ δέκα̣ κ̣[αὶ] δύο μῆ̣[νας] /
[τοῖς δ’ ἔπι ἑβ]δομάδας ∙ δισσὰς Μο[ι]-
[ρῶν τέ]λος ∙ ἔσχον ∙ / ἐκπρολιπὼ̣[ν]
[δὲ π]άτραν Σινώπην ∙ τῷδε πρόκε[ι]-
10 [μ]αι ∙ / τύμβῳ· ἐπὶ στήλης κεχαραγμέ-
νον οὔνομα τοὐμὸν ∙ / Κορνουτίων·
κατάκειμε λιπὼν πένθος ∙ γονέοι-
σι ∙ / τἀμὰ δὲ νηπιάχου δάκρυα ∙ πλῆ[σε]
Ἀχεροντίδα ∙ λίμνην ∙ / Διόδωρ̣[ος θρε]-
15             πτῷ ∙ ἰδίῳ.
Search Help
Contact Us