[ ] Italia — Roma — undated — IG XIV 1796 — GVI 231
1 Κύριλλος τόδε σῆμα φίλῳ ποιήσατο παιδὶ
Κλεοφόρῳ τριέτει, ὃν ἀφείλατο μοῖρα κρατεή,
πρὶν γλυκεροῦ βιότοιο ἐς ἡλικίης τέλος ἐλθεῖν·
ἀλλ’ εἴγ’ ἐν φθιμένοισί τις αἴσθησις, τέκνον, ἐστίν,
5 κοῦφον ἔχοις γαίης βάρο<ς> εὐσεβίης ἐνὶ χώρῳ.
Search Help
Contact Us