[ ]
Italia — Roma — undated — IG XIV 1796 — GVI 231
1 | Κύριλλος τόδε σῆμα φίλῳ ποιήσατο παιδὶ |
Κλεοφόρῳ τριέτει, ὃν ἀφείλατο μοῖρα κρατεή, | |
πρὶν γλυκεροῦ βιότοιο ἐς ἡλικίης τέλος ἐλθεῖν· | |
ἀλλ’ εἴγ’ ἐν φθιμένοισί τις αἴσθησις, τέκνον, ἐστίν, | |
5 | κοῦφον ἔχοις γαίης βάρο<ς> εὐσεβίης ἐνὶ χώρῳ. |