[ ]
Italia — Roma — undated — IG XIV 1728 — GVI 745
1 | Θ(εοῖς) [Κ(αταχθονίοις)]. |
τῷδ’ ἐνὶ τύμβωι̣ [ἐγὼ κ]ε̣ῖ̣μαι παίδων ὄχ’ ἄριστο̣[ς]· | |
οὔνομά μοι Κάλλισ̣τ̣ος, ἔ̣χ̣ω δὲ γένος Συρίηθεν, | |
ἕνδεχ’ ἔτη [ζ]ή̣σας ∙ δωδε̣κάτου δ’ ἐπιβάς· | |
5 | μηδὲν ἐν ἀνθρώποισι κ̣ακὸν γνούς, μηδὲ βίοιο |
π̣ικροτάτου μύστης, ἀλλ’ ἀκέραιος ἔτι, | |
παιδείαισι καλαῖς καὶ γυμνασίοις παρεδρεύων | |
ἔσχα τέλος ζωῆς Μοιράων ὡς ἐπέκλωσαν. | |
μνημεῖον τόδε μοι π̣οῖσεν θρέψασα γλυκεῖα | |
10 | Φαυστεῖνα, μητρὸς πλε̣ῖον ἐμοὶ φιλίη, |
ἣ καὶ ζῶντα φίλησεν ἀεὶ θανέοντά τ’ ἔτεισε. |