[ ] Italia — Roma — undated — IG XIV 1728 — GVI 745
1       Θ(εοῖς) [Κ(αταχθονίοις)].
τῷδ’ ἐνὶ τύμβωι̣ [ἐγὼ κ]ε̣ῖ̣μαι παίδων ὄχ’ ἄριστο̣[ς]·
οὔνομά μοι Κάλλισ̣τ̣ος, ἔ̣χ̣ω δὲ γένος Συρίηθεν,
ἕνδεχ’ ἔτη [ζ]ή̣σας ∙ δωδε̣κάτου δ’ ἐπιβάς·
5 μηδὲν ἐν ἀνθρώποισι κ̣ακὸν γνούς, μηδὲ βίοιο
π̣ικροτάτου μύστης, ἀλλ’ ἀκέραιος ἔτι,
παιδείαισι καλαῖς καὶ γυμνασίοις παρεδρεύων
ἔσχα τέλος ζωῆς Μοιράων ὡς ἐπέκλωσαν.
μνημεῖον τόδε μοι π̣οῖσεν θρέψασα γλυκεῖα
10 Φαυστεῖνα, μητρὸς πλε̣ῖον ἐμοὶ φιλίη,
ἣ καὶ ζῶντα φίλησεν ἀεὶ θανέοντά τ’ ἔτεισε.
Search Help
Contact Us