[ ]
Italia — Roma — undated — IG XIV 1728 — GVI 745
| 1 | Θ(εοῖς) [Κ(αταχθονίοις)]. |
| τῷδ’ ἐνὶ τύμβωι̣ [ἐγὼ κ]ε̣ῖ̣μαι παίδων ὄχ’ ἄριστο̣[ς]· | |
| οὔνομά μοι Κάλλισ̣τ̣ος, ἔ̣χ̣ω δὲ γένος Συρίηθεν, | |
| ἕνδεχ’ ἔτη [ζ]ή̣σας ∙ δωδε̣κάτου δ’ ἐπιβάς· | |
| 5 | μηδὲν ἐν ἀνθρώποισι κ̣ακὸν γνούς, μηδὲ βίοιο |
| π̣ικροτάτου μύστης, ἀλλ’ ἀκέραιος ἔτι, | |
| παιδείαισι καλαῖς καὶ γυμνασίοις παρεδρεύων | |
| ἔσχα τέλος ζωῆς Μοιράων ὡς ἐπέκλωσαν. | |
| μνημεῖον τόδε μοι π̣οῖσεν θρέψασα γλυκεῖα | |
| 10 | Φαυστεῖνα, μητρὸς πλε̣ῖον ἐμοὶ φιλίη, |
| ἣ καὶ ζῶντα φίλησεν ἀεὶ θανέοντά τ’ ἔτεισε. |