[ ]
Italia — Roma — undated — IG XIV 1722 — GVI 715
1 | Φλῶρος Καικιλίου Στάκτης θ’ ἅμα δεῦρ’ ὑπόκειται |
ἐξ ἄλλου τύμβου δεύτερα κλαιόμενος, | |
ἓξ ἐτέων ὥρης, ὀλίγον δέμας, ἀλλὰ τέληον | |
θρεπτῆρσιν λείπων ἡλικίης ἔλεον, | |
5 | [καὶ τό]ν̣δ’ οὐκ ἄκλαυτον ἔχων τάφον· οὐδὲ γὰρ ἔνθα |
φείσαντο προτέρων μνησάμενοι δακρύων. | |
δείλαιοι τροφέων κειναὶ χέρες αἳ συνέλεξαν | |
τὴν ὀλίγην σποδιὴν οὐκ ὀλίγης ὀδύνης. |