[ ] Italia — Roma — undated — IG XIV 1722 — GVI 715
1 Φλῶρος Καικιλίου Στάκτης θ’ ἅμα δεῦρ’ ὑπόκειται
ξ ἄλλου τύμβου δεύτερα κλαιόμενος,
ἓξ τέων ὥρης, ὀλίγον δέμας, ἀλλὰ τέληον
θρεπτῆρσιν λείπων ἡλικίης ἔλεον,
5 [καὶ τό]ν̣δ’ οὐκ ἄκλαυτον ἔχων τάφον· οὐδὲ γὰρ ἔνθα
φείσαντο προτέρων μνησάμενοι δακρύων.
δείλαιοι τροφέων κειναὶ χέρες αἳ συνέλεξαν
τὴν ὀλίγην σποδιὴν οὐκ ὀλίγης ὀδύνης.
Search Help
Contact Us