[ ] Italia — Roma — late 1st/early 2nd c. AD — IG XIV 1703 — CIL VI 20548 — GVI 1322
1          Iuliae ∙ C(ai) ∙ fil(iae) ∙ Laudice ∙ et ∙ T(ito) ∙ Fla[vio]
         Aug(usti) ∙ lib(erto) ∙ Alcimo ∙ parentib(us) ∙ opti[mis]
         Flavia ∙ T(iti) ∙ fil(ia) ∙ Titiane ∙ fecit ∙ et ∙ sibi
          libertis ∙ libertabusq(ue) ∙ suis
                   {²vacat?}²
5 οὐ δολιχὴ παρ’ ὁδόν σε γραφὴ στηλεῖδος ἐρύξει·
στῆθι καὶ ἥτις ἐγὼν ἔνθα μαθὼν ἄπιθι·
Λαυδίκη οὔνομά μοι, πατρὶς Σάμη, Ἄλκιμος ἀνήρ,
θῆλυ τέκος, μήτηρ καὶ τριχὶ γηραλέη,
σὺν δὲ κασίγνητος καὶ ἀδελφεή, οὕσπερ ἅπαντας
10 ἐς φάος ἠελίου κάλλιπον ὠκύμορος,
οὐ πυρετοῖς φλεχθεῖσα, νόσων ἄτερ, οὐ μελεδώναις,
[ἰχθυ]β̣όρος δὲ ἀφάτως λαιμὸς ἔκλεισε πνοάς.
Search Help
Contact Us