[ ]
Italia — Roma — undated — IG XIV 2390 — GVI 734 — cf. IGUR IV, p. 165, 1235
1 | ❦ Θ(εοῖς) ❦ Κ(αταχθονίοις). ❦ |
παῖς ἔτι νηπίαχος Ἱερώνυμος ἐνθάδε κεῖται, | |
ὃς τριέτης ἔθανεν ἡμέρηι ἑβδομάτηι· | |
κάλλιπε δ’ ἡμῖν πένθος ἐπώδυνον εἰς ὅσον αἰών, | |
5 | ἔξοχα δ’ αὖ γενέτῃσιν ἐπεὶ μοῦνος γένετ’ αὐτοῖς. |
αἴθε σε μήτ’ ἰδέειν μήτε κτήσασθαι ὄφελλον, | |
Ἀσφαλίων· μέλλες γὰρ ἀνιάσειν με ὅσον ἥσθην | |
στωμυλίαισι τεαῖς νηπιαχευομένου. |