[ ]
Italia — Roma — undated — IG XIV 1642 — GVI 974
1 | Θ(εοῖς) ∙ Κ(αταχθονίοις). |
μήπω γευσάμενος ἥβης | |
ὤλισθον ἐς Ἅδου {²⁶Ἅιδου}²⁶ ∙ / δάκρυα ∙ | |
καὶ στοναχὰς λείψας αἰῶνι γο- | |
5 | νεῦσιν ∙ / δύσμορος, οὐδ’ ἐνόησα |
βροτῶν ψαῦσαι βιότοιο ∙ / ἑπτὰ ∙ | |
μόνους λυκάβαντας δύω | |
καὶ μῆνας ἔζησα ∙ / ὧν τρεῖς | |
ἐξετέλουν Διονύσῳ ὄργια βά- | |
10 | ζων ∙ / Ἡρόφιλον δ’ ἐκάλουν με |
πατὴρ καὶ πότνια μήτηρ ∙ / ἔ- | |
γνως, ὦ παροδεῖτα, τίς ἤμην· | |
οὐκ ἐγενήθην. |