[ ] Italia — Roma — 3rd/4th c. AD — IG XIV 1356 — GVI 2061
1 ἱερὸς οὗτος ὁ χῶρος, ὃν Αἰνείας ἀγανόφρων
εἵσαθ’ ἑοῦ ἑτάροιο σεβάσμιον Ἠιθέοιο,
πάντα παλαιγενέεσσιν ἀλινκίου ἡρώεσσιν,
κάλλος τε ἠνορέην τ’ ἀγανοφρο<σ>ύν̣ην τε νόον τε.
5 [ἐ]νθάδε δ’ ἐ[νναί]ει καὶ Ὀλυμπιάς, εἱμερόεσσα
Ἠιθέοιο δάμαρ καὶ ἀδελφεὴ Αἰνείαο,
ἣ πάσας παράμ[ι]ψ[ε] φιλάνδρους ἡρωίνας,
Ἄλκηστιν πινυτῇ, μορφῇ δ’ ἐρατώπιδα Λήδην.
τοῦτ’ ἐτύμως νῆσοι μακάρων πέδον, ἔνθα τε φῶτες
10 εὐσεβέες ναίουσι δικαιότατοί τ’ ἀγανοί τε,
οἳ <ξ>υνὸν ζώοντες ἔχον βίον ἀλλήλοισιν
σὺν κόσμῳ σοφίῃ τε δικαιοσύνῃ τε καὶ αἰδοῖ.
ἀγγέλλω τάδε βωμός, ὃν Αἰνείας ἀνέθηκεν,
ὄφρα κε κυδαίνωνται ὑπ’ ἀντιθέοις γεράεσσιν
15 πᾶσιν ἐν αἰώνεσσιν ὑπ’ εὐσεβίῃσιν ἑταίρων.
Search Help
Contact Us