[ ] Italia — Roma — 1st/2nd c. AD — GVI 1885 — SEG 14.619
1 Τερμησσὸν ναίων Σολύμοις
 ἐνὶ κυδαλίμοισιν /
ἤλυθον ἐς Ῥώμην τρίτος
  ἀστῶν κῆρι πιθήσας· /
5 ἀλλὰ θανὼν ἡβῶν συνοδυπόρον
     Ἄϊδος ε[ἴ]σω /
δεύτερον αὖτ’ ἀνέμεινα
[τ]ὸν ἐκ πάτρης ἅμ’ ἰόντα· /
[ἀμ]φ̣ο̣ῖν δ’ ὀστέα κεῖται
10 [ὁμοῦ νούσ]ο̣ισι καμόντων, /
[․․5․․]νου Ὀρθαγόρου παιδὸς
[βλο]συροῦ τε Ἑρμαίου. /
σο[ὶ δ’ ἐ]γώ, Ὀρθαγόροιο τέκος,
 προϊόντι κατ’ αἶσαν /
15 εἰς Ἀΐδαο δόμους συνεφέσπ[ο]μαι
        ἠίθεος φώς, /
*(ERMAI=OS *)ARTEI/MOU *SOLU[MHI/+]DOS
     αὖτ’ ἀπὸ γαί[ας]. /
σάρκας μὲν πῦρ νῶ[ιν ἐδαί]σατο,
20    ὀστὰ δὲ κεύθ[ει] /
ἥδε χθὼν πάμφορβο[ς], ἀτὰρ
   ψυχαὶ θεόπεμπτοι /
οἴχεσθον κατὰ γῆς ἑνὶ δαίμονι
    ξυνὰ κέλευθα. /
25 Κόνων Ἑρμαίου [τ]οῖς φίλο[ις]
   μνήμης χάριν.
Search Help
Contact Us