[ ] Italia — Roma — 2nd/3rd c. AD — IG XIV 1550 — GVI 690 (date)
1             Θ(εοῖς)    Κ(αταχθονίοις).
ἄνδρα φίλον φθίμενον
  Διονύσιον ἐνθάδ’ ἔθηκεν /
 Δελφὶς ἑόν, τιμῶσ’ εἵνεκ’ ὁ-
5         μοφροσύνης. /
καὶ φιλίῃ νίκησεν ἀδελφει-
        ῶν ὁμόνοιαν /
ἐσθλὸς Ἀθήναιος ἐν θανά-
        τοιο τέλει, /
10 ὃς τόδε σῆμ’ ἐτέλεσσε τε-
   θνειότι θεσμὸν ἀέξων /
εἵνεκεν εὐνοίης ἧς ἔ-
       χε πιστοτάτης.
Search Help
Contact Us