[ ] Italia — Roma — undated — IG XIV 1549 — GVI 1546
1 σῆμα τόδε Εὐδαίμων Διονυσίῳ, ὃν ῥ’ ἕταρον ὣς
φίλατο, καὶ Μούσαις ἔξοχα φιλαμένωι.
2a
3 εἰ καί μοι θυμός, Διονύσιε, τείρεται αἰνῶς
  ἀμφὶ σοί, ἀλλ’ ἔμπης οἷα πάρεστι δέχου
5 ὕστατα δή, φίλε, δῶρα· τὰ δ’ ἄλλα τοι ὅσσα ἔοικε
  καὶ πάρος Εὐδαίμων δῶκε καὶ οἰχομένωι·
ζωὸν μὲν μεθέηκεν ἐλεύθερον, οὐδὲ πάροιθεν
  οὐ σύ γε ἐπειρήθης πώποτε δουλοσύνης·
ἦ γὰρ ἔης αὐτῶι κεχαρισμένος ἐξέτι παίδων,
10   ἤπιος, ἐσθλὸς ἰδεῖν, εὔνοος, ἀγχίνοος,
καρπαλίμως γράψαι σημή[ι]α δίπλοα φωνῆς
  Ἑλλάδος εὖ εἰδὼς [ἠδ]ὲ καὶ Αὐσονίων.
Search Help
Contact Us