[ ]
Italia — Roma — undated — IG XIV 1549 — GVI 1546
1 | σῆμα τόδε Εὐδαίμων Διονυσίῳ, ὃν ῥ’ ἕταρον ὣς |
φίλατο, καὶ Μούσαις ἔξοχα φιλαμένωι. | |
2a | ⸐ |
3 | εἰ καί μοι θυμός, Διονύσιε, τείρεται αἰνῶς |
ἀμφὶ σοί, ἀλλ’ ἔμπης οἷα πάρεστι δέχου | |
5 | ὕστατα δή, φίλε, δῶρα· τὰ δ’ ἄλλα τοι ὅσσα ἔοικε |
καὶ πάρος Εὐδαίμων δῶκε καὶ οἰχομένωι· | |
ζωὸν μὲν μεθέηκεν ἐλεύθερον, οὐδὲ πάροιθεν | |
οὐ σύ γε ἐπειρήθης πώποτε δουλοσύνης· | |
ἦ γὰρ ἔης αὐτῶι κεχαρισμένος ἐξέτι παίδων, | |
10 | ἤπιος, ἐσθλὸς ἰδεῖν, εὔνοος, ἀγχίνοος, |
καρπαλίμως γράψαι σημή[ι]α δίπλοα φωνῆς | |
Ἑλλάδος εὖ εἰδὼς [ἠδ]ὲ καὶ Αὐσονίων. |