[ ] Italia — Roma — undated — IG XIV 1537 — GVI 1326 — CIL VI 16843
upper margin.1          D(is)   M(anibus).
 Didio ∙ Taxiarche ∙ lib(erto) ∙ fidelissimo
lower field.3 τυτθὸν ἐμὸν παρὰ τύμβον ∙ ἐπεὶ ∙
  μόλες, ὦ ξένε, βαιὸν / στῆσον ἴχνος ∙
5 παύροις γράμμασιν εἰσορόων ∙ /
ζωὸς ἐὼν <Μούσαισιν ὁ>μείλεον,
ἐν δέ τε παίδων / εὐγενέων ἱερῆς ∙
          ἦρξα ∙ διδασκαλίης ∙ /
καὶ δὴ καλεύμην Ταξιάρχης ἐν βροτοῖς ∙ /
10 οὐ γὰρ ἐν ἑξαμέτροις {ιν} ἥρμοσε {ν}
             τοὔνομ’ ∙ ἐμόν.
Search Help
Contact Us