[ ] Italia — Roma — 4th c. AD? — IG XIV 1449 — cf. IGUR IV, p. 164, 1169
See also:
1 κεῖμαι Αὐρήλιος Ἀντώ-
νιος ὁ καὶ / ∙ἱ∙ερεὺς vv τῶν τε
θεῶν πάντων, πρῶτον Βονα-
δίης / εἶτα Μητρὸς θεῶν καὶ Διο-
5 νύσου Κατηγεμόνος· / τούτοις
ἐκτελέσας μυστήρια πάντοτε
σεμνῶς / νῦν ἔλιπον σεμνὸν
γλυκερὸν φάος ἠελίοιο. / λοιπὸ-
ν μύσται εἴτε φίλοι βιότητος ἑ-
10 κάστης / πάνθ’ ὑπολανθάνετε τὰ
βίου συνεχῶς μυστήρια σεμνά· /
οὐδεὶς γὰρ δύναται Μοιρ<ῶ>ν μί-
τον ἐξαναλύσαι. /
ἔζησον γὰρ ἐγὼ Ἀντώνιος οὗ-
15 τος ὁ σεμνὸς / ἔτεσ<σ>ιν ∙ ζʹ ∙ ἡμέραι-
         σιν ∙ ι∙βʹ ∙ /
ποίησαν Αὐρηλεία Ἀντωνεία καὶ Αὐ-
ρήλιος Ὀνήσιμος γλυκυτάτῳ τέκνῳ
μνήμης χάριν.
20     Θ(εοῖς)        Χ(θονίοις).
Search Help
Contact Us