[ ] Italia — Roma — late 3rd c. AD? — IG XIV 1320 — GVI 1443
1 οὐχὶ πόνῳ δολίᾳ λημφθεὶς τὸ πρὶν ἦλθά σοι νῦν ἐπιγράψας
ἀλλὰ νόσῳ λημφθείς, ἧς ἔσχ’ ἐπὶ σοὶ βά<σα>νον·
νῦν δέ σοι τήνδε γραφὴν θήσω χάριν, ἧς ἀπὸ κηροῦ
ἀντίτυπον ῥεύσει τοῖς δακρύοις χάριτα.
5 εἰ δέ τίς ἐστι νόος παρὰ Τάρτασιν ἢ παρὰ Λήθῃ,
ἧς ἔσχον σπουδῆς ἐπὶ σοὶ νῦν κατέχεις χάριτα.
τίς δ’ ἐτύπωσε τὰ γράμματα, εἰμὶ τὸ πρίν σου,
αἷμα σὸν ἐν ζῶσιν· λυπεῖς με τέλος κατέχουσα.
Ἀγάθων ἀδελφῇ Ἀτταλίδι μνείας χάριν. {²palma
Search Help
Contact Us