[ ] Italia — Roma — undated — IG XIV 1437 — GVI 1596
1 εἰς θρήνους ἐφύλαξας
Ἀτινίαν, ὦι κακὲ δαῖμον, /
οὐχ ὁσίως ποινὴν εὐσεβίης κατέθου·
Ῥουστικὸν ἡγεμονῆα πόσιν καὶ παῖδα τιθηνὸν
5 Πομπήιον μαζῷ θελγόμενον γλυκερῷ,
μητέρα Ταρσογενῆ Πομπηίαν ἠδὲ Πούδεντας
υἱὸν καὶ πάππον —— φεῦ θανάτων ἀνίσων·
πάππος μὲν γενεῆς προπάτωρ πέλεν, ἠίθεος δὲ
ᾤχετ’ ἔχων οὐδὲν πλὴν δακρύων πρὸ τάφου.
Search Help
Contact Us