[ ]
Italia — Roma — undated — IG XIV 1437 — GVI 1596
1 | εἰς θρήνους ἐφύλαξας |
Ἀτινίαν, ὦι κακὲ δαῖμον, / | |
οὐχ ὁσίως ποινὴν εὐσεβίης κατέθου· | |
Ῥουστικὸν ἡγεμονῆα πόσιν καὶ παῖδα τιθηνὸν | |
5 | Πομπήιον μαζῷ θελγόμενον γλυκερῷ, |
μητέρα Ταρσογενῆ Πομπηίαν ἠδὲ Πούδεντας | |
υἱὸν καὶ πάππον —— φεῦ θανάτων ἀνίσων· | |
πάππος μὲν γενεῆς προπάτωρ πέλεν, ἠίθεος δὲ | |
ᾤχετ’ ἔχων οὐδὲν πλὴν δακρύων πρὸ τάφου. |