[ ] Italia — Roma — mid 2nd-early 3rd c. AD — IG XIV 1424 — GVI 1283
1 ἀνέρες, οἳ πάρος Αὐσονίων
  πέδον εἵκετε, ξεῖνοι, /
βαιὸν ἐπὶ τραφερῇ χθονὶ δερ-
  κόμενοι τόδε δῶμα /
5 ἀνδρὸς ὀπιζομένου Ζηνὸς
  νόον αἰγιόχοιο, /
ὅς ποτ’ ἔδειξε βροτῶν πολυ-
  πλάνκτοισιν πραπίδεσσιν /
ψυχὴν ἀθανάτην κἀγήραον
10   ἐκ Διὸς αἴσης, /
μάρτυρα Φοῖβον ἀμύμ<ο>σιν
  ἐν σελίδεσσι χαράξας. /
οὐδ’ ἄρα θνητὸς ἔην, ὑπ’ ἀνάγ-
  κης δ’ ὑψιμέδοντος /
15 τύμβῳ εἰναλέῳ πεπεδημέ-
  νος ἤνυσεν οἶμον· /
ἐκ ῥεθέων δ’ ἅμα στείχων σε-
  μνὸν ἔβη Διὸς οἶκον, /
Λητο∙ί∙δῃ καὶ Μούσαις βωμὸν
20   ὑπ’ ἠέρι τεύξας· /
εἰητὴρ δ’ ἅμ’ Ἀσκληπιάδης μα-
  κάρων τρίβον ᾔει /
χρημοσύνην δ’ ἔλιπεν πολυκή-
  ριον ἐν νεκύεσσιν.
Search Help
Contact Us